Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.166 Joseph. AJ 2.171 (English) >>Joseph. AJ 2.177

2.169ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δʼ εὐθὺς πρὸς τὸν Ἰώσηπον. 2.170

Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μὴ οὐκέτʼ εἰς τὴν Χαναναίαν οἱ ἔγγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς θεὸς ἦν ὑπεισχημένος, 2.171ἅμα τε μὴ δίχα θεοῦ βουλήσεως γενομένης τῆς εἰς Αἴγυπτον ἀφόδου διαφθαρῇ τὸ γένος αὐτοῦ, πρὸς δὲ τούτοις δεδιώς, μὴ προεξέλθῃ τοῦ βίου πρὶν εἰς ὄψιν Ἰωσήπου παραγενέσθαι, καταφέρεται στρέφων ἐν ἑαυτῷ τοῦτον τὸν λογισμὸν εἰς ὕπνον. 2.172

Ἐπιστὰς δὲ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν, “ἀλλʼ οὐ δίκαιον, εἶπεν, Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετʼ αὐτοὺς σοὶ γενόμενον. 2.173στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ πατρὸς ταύτην ἐγὼ παρέσχον, καὶ κατʼ ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας. 2.174παρέμεινέ τέ σοι γενεὰ πᾶσα προνοίᾳ τῇ ἐμῇ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.166 Joseph. AJ 2.171 (English) >>Joseph. AJ 2.177

Powered by PhiloLogic